Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.67 Joseph. AJ 9.72 (English) >>Joseph. AJ 9.76

9.70Ἰώραμος δὲ καταγνοὺς τῆς ἐπὶ τὸν προφήτην ὀργῆς καὶ δείσας, μὴ φθάσῃ κτείνας αὐτὸν τοῦτο προσταχθείς, ἔσπευσε κωλῦσαι γενέσθαι τὸν φόνον καὶ διασῶσαι τὸν προφήτην. ἀφικόμενος δὲ πρὸς αὐτὸν ᾐτιᾶτο, ὅτι μὴ παρὰ τοῦ θεοῦ λύσιν αὐτοῖς τῶν παρόντων αἰτεῖται κακῶν, ἀλλʼ οὕτως ὑπʼ αὐτῶν φθειρομένους ὑπερορᾷ. 9.71Ἐλισσαῖος δὲ εἰς τὴν ἐπιοῦσαν ἐπηγγέλλετο κατʼ ἐκείνην τὴν ὥραν, καθʼ ἣν βασιλεὺς ἀφίκετο πρὸς αὐτόν, ἔσεσθαι πολλὴν εὐπορίαν τροφῆς καὶ πραθήσεσθαι μὲν ἐν τῇ ἀγορᾷ σίκλου δύο κριθῆς σάτα, ὠνήσεσθαι δὲ σεμιδάλεως σάτον σίκλου. 9.72ταῦτα τόν τε Ἰώραμον καὶ τοὺς παρόντας εἰς χαρὰν περιέτρεψε· πιστεύειν γὰρ τῷ προφήτῃ διὰ τὴν ἐπὶ τοῖς προπεπειραμένοις ἀλήθειαν οὐκ ὤκνουν, ἀλλὰ καὶ τὸ ἐπʼ ἐκείνης ἐνδεὲς τῆς ἡμέρας καὶ ταλαίπωρον προσδοκωμένη κοῦφον αὐτοῖς ἐποίει. 9.73 δὲ τῆς τρίτης μοίρας ἡγεμὼν τῷ βασιλεῖ φίλος ὢν καὶ τότε φέρων αὐτὸν ἐπερηρεισμένονἄπιστα, εἶπε, λέγεις, προφῆτα· καὶ ὥσπερ ἀδύνατον ἐκχέαι τὸν θεὸν ἐξ οὐρανοῦ καταρράκτας κριθῆς σεμιδάλεως, οὕτως ἀμήχανον καὶ τὰ ὑπὸ σοῦ νῦν εἰρημένα γενέσθαι.” καὶ προφήτης πρὸς αὐτόνταῦτα μέν, εἶπεν, ὄψει τοῦτο λαμβάνοντα τὸ τέλος, οὐ μεταλήψῃ δʼ οὐδενὸς τῶν ὑπαρξόντων.”


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 9.67 Joseph. AJ 9.72 (English) >>Joseph. AJ 9.76

Powered by PhiloLogic